Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.17 Joseph. AJ 12.23 (English) >>Joseph. AJ 12.28

12.21οὓς τῇ σαυτοῦ μεγαλοψυχίᾳ καὶ χρηστότητι ποιῶν ἀκολούθως ἀπόλυσον τῆς ταλαιπωρίας, τὴν βασιλείαν σου διέποντος τοῦ θεμένου τοὺς νόμους αὐτοῖς θεοῦ, καθὼς ἐμοὶ πολυπραγμονήσαντι μαθεῖν ὑπῆρξεν. 12.22τὸν γὰρ ἅπαντα συστησάμενον θεὸν καὶ οὗτοι καὶ ἡμεῖς σεβόμεθα Ζῆνα καλοῦντες αὐτὸν ἐτύμως ἀπὸ τοῦ πᾶσιν ἐμφύειν τὸ ζῆν τὴν ἐπίκλησιν αὐτοῦ θέντες. ὅθεν εἰς τιμὴν τοῦ θεοῦ τοὺς ἐξαίρετον τὴν εἰς αὐτὸν θρησκείαν πεποιημένους ἀπόδος τοῖς τὴν πατρίδα καὶ τὸν ἐν αὐτῇ βίον ἀπολελοιπόσιν. 12.23ἴσθι μέντοι γε, βασιλεῦ, ὡς οὔτε γένει προσήκων αὐτοῖς οὔτε ὁμόφυλος ὢν ταῦτα περὶ αὐτῶν ἀξιῶ, πάντων δὲ ἀνθρώπων δημιούργημα ὄντων τοῦ θεοῦ· καὶ δὴ γιγνώσκων αὐτὸν ἡδόμενον τοῖς εὖ ποιοῦσιν ἐπὶ τοῦτο καὶ σὲ παρακαλῶ.” 12.24

Ταῦτʼ εἰπόντος τοῦ Ἀρισταίου ἀναβλέψας εἰς αὐτὸν βασιλεὺς ἱλαρῷ καὶ γεγηθότι τῷ προσώπῳπόσας, εἶπεν, ὑπολαμβάνεις τῶν ἀπολυθησομένων ἔσεσθαι μυριάδας;” ὑποτυχόντος δὲ Ἀνδρέου, παρειστήκει γάρ, καὶ φήσαντος ὀλίγῳ πλείονας ἔσεσθαι τῶν ἕνδεκα μυριάδων μικρὰν ἄρα εἶπεν, ἡμᾶς, Ἀρισταῖε, δωρεὰν αἰτεῖς.” Σωσιβίου δὲ καὶ τῶν παρόντων φησάντων, 12.25ὡς ἄξιον αὐτὸν δέοι τῆς αὐτοῦ μεγαλοψυχίας τῷ παρεσχηκότι τὴν βασιλείαν θεῷ ποιήσασθαι χαριστήριον, διαχυθεὶς ὑπʼ αὐτῶν ἐκέλευσεν, ὅταν τοῖς στρατιώταις ἀποδιδῶσιν τὸ μισθοφορικόν, καὶ ὑπὲρ ἑκάστου τῶν παρʼ αὐτοῖς αἰχμαλώτων καταβαλεῖν δραχμὰς ἑκατὸν εἴκοσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.17 Joseph. AJ 12.23 (English) >>Joseph. AJ 12.28

Powered by PhiloLogic